Εἴ τις εὐσεβὴς καὶ φιλόθεος,
ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως·
Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ.
Εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον.
Εἴ τις ἀπὸ πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα·.
Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.
Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται.
Εἴ τις ὑστέρησεν εἰς τὴν ἐνάτην, προσελθέτω μηδὲν ἐνδοιάζων.
Εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα·φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. καὶ τὰ ἔργα δέχεται, καὶ τὴν γνώμην ἀσπάζεται. καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ.
Oὐκοῦν εἰσέλθητε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν· καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολάβετε.
Πλούσιοι καὶ πένητες μετ᾽ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον.
Η τράπεζα γέμει, τρυφήσατε πάντες· ὁ μόσχος πολύς, μηδεὶς ἐξέλθοι πεινῶν.
Πάντες ἀπολαύσατε του συμποσίου της πίστεως· τοῦ πλούτου τῆς χρηστότητος.
Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ Βασιλεία.
Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε.
Μηδεὶς φοβείσθω τὸν θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Έσβεσεν αὐτόν, ὑπ᾽ αὐτοῦ κατεχόμενος· ἐκόλασε τὸν ᾅδην κατελθὼν εἰς τὸν ᾅδην. ἐπίκρανεν αὐτὸν γευσάμενον τῆς σαρκὸς αὐτοῦ.
Καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν·
ὁ ᾅδης, φησίν, ἐπικράνθη. συναντήσας σοι κάτω
Ἐπικράνθη˙ καί γάρ κατηργήθη.
Ἐπικράνθη˙ καί γάρ ἐνεπαίχθη.
Ἐπικράνθη˙ καί γάρ ἐνεκρώθη.
Ἐπικράνθη˙ καί γάρ καθῃρέθη.
Ἐπικράνθη˙ καί γάρ ἐδεσμεύθη.
Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν· ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ·
Ἔλαβεν ὅπερ ἔβλεπε, καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.
Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;
Ἀνέστη Χριστός καί σύ καταβέβλησαι.
Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες.
Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι.
Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται.
Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐν τῷ μνήματι.
Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Χριστός Ανέστη!!!
No comments:
Post a Comment
Σχόλια