Labels

Thursday, December 6, 2018

Άγιος Νικόλαος


Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, 
σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, 
τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός· 
Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, 
καὶ τὸν δι’ ὀνείρου φρικτῆς ἐπιστασίας, 
Βασιλέα πείθοντα, ἀναιτίους κρατουμένους τρεῖς, ἀπολῦσαι στρατηλάτας, ἀνυμνείτωσαν. 
Ποιμένες καὶ Διδάσκαλοι, 
τόν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον Ποιμένα, 
συνελθόντες εὐφημήσωμεν. 
οἱ ἐν νόσοις τὸν ἰατρόν, 
οἱ ἐν κινδύνοις τὸν ῥύστην, 
οἱ ἁμαρτωλοὶ τὸν προστάτην, 
οἱ πένητες τὸν θησαυρόν, 
οἱ ἐν θλίψεσι τὴν παραμυθίαν· 
τὸν συνοδίτην οἱ ὁδοιπόροι, 
οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην, 
οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, 
μέγιστον Ἱεράρχην, 
ἐγκωμιάζοντες οὕτως εἴπωμεν· 
Πανάγιε Νικόλαε, πρόφθασον, 
ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, 
καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου


No comments:

Post a Comment

Σχόλια