Labels

Sunday, November 23, 2014

Κυριακή ΚΔ΄ (Θ΄ Λουκά)


(Λουκ. 12,16-21)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην·
16. ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
17. καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18. καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,
19. καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
20. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
21. οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν· [ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω][6].


No comments:

Post a Comment

Σχόλια