Labels

Sunday, October 18, 2015

Λουκᾶ τοῦ Εὐαγγελιστοῦ


Λουκ. ι΄ 16-21

Eἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· 

Ὁ ­ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ­

ἀθετεῖ·

ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 

Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες·

Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί 

σου.

Εἶπε δὲ αὐτοῖς·

ἐθεώ­ρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ 

πεσόντα.

ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων 

καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, 

καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.

πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν 

ὑποτάσσεται· 

χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς 

οὐρανοῖς.

Ἐν αὐτῇ τῇ ὥρᾳ ἠ­­γαλ­­­­­­­­­­­­­­­­­­­λιάσατο τῷ πνεύματι ὁ Ἰη­­­­σοῦς καὶ 

εἶπεν·

ἐξομολο­γοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς 

γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ 

ἀ­­πεκάλυψας αὐτὰ νη­πίοις·

ναί, ὁ πατήρ, ὅτι οὕτως ἐ­­γένετο εὐδοκία ἔμπροσθέν 

σου.



https://aerapatera.wordpress.com/2015/10/18/λουκᾶ-τοῦ-εὐαγγελιστοῦ/



No comments:

Post a Comment

Σχόλια