"...Μηδεὶς φοβείσθω θάνατον·
ἠλευθέρωσε γὰρ ἡμᾶςτοῦ Σωτῆρος ὁ θάνατος.
Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τὸν Άδην, ὁ κατελθὼν εἰς τὸν Άδην.
Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ,καὶ τοῦτο προλαβὼν Ἡσαΐας,ἐβόησεν·
ὁ Άδης, φησίν, ἐπικράνθη συναντήσας σοι κάτω.
Ἐπικράνθη, καὶ γὰρ κατηργήθη. Ἐπικράνθη,καὶ γὰρ ἐνεπαίχθη.
Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη.
Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη.
Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη.
Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν.
Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ. Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε.
Ποῦ σου θάνατε τὸ κέντρον;
ποῦ σου Άδη τὸ νῖκος;
Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι. Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι. Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται. Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶςἐπὶ μνήματος.
Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
Αὐτῷ ἡδόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν."
(Κατηχητικος Λογος Αγιου Ιωαννου Χρυσοστομου)