Κατά Ιωάννην (γ΄ 13 – 17)
Εἶπεν ὁ Κύριος·
«Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς,
ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.
Καὶ καθὼς Μωυσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ,
οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον,
Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον,
ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν,
ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.
Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον,
ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.»
No comments:
Post a Comment
Σχόλια