Labels
- Εορτή (818)
- Ποίηση (492)
- Διήγημα (211)
- Παρουσίαση βιβλίου (200)
- Σκέψεις (196)
- Παραμύθι (191)
- φωτογραφία (173)
- Φωτογραφικό αφιέρωμα (152)
- χάι κου (148)
- Αφιέρωμα βίντεο (128)
- Μουσική (124)
- Προβληματισμοί (108)
- Πατέρες (96)
- φωτογραφια (93)
- Βιογραφία (89)
- Τραγουδι (75)
- Ταξιδιωτικά (67)
- Ημερολόγιο (63)
- Αποχαιρετισμός (59)
- Συνέντευξη (51)
- Αφιέρωμα λογοτεχνικό (50)
- Δοκίμιο (47)
- Συναυλία (46)
- Ο Αχτιδοϋφαντής (44)
- Ιστορία (40)
- Πολιτική (36)
- Πολιτισμός (35)
- Κριτική (34)
- Ως την άκρη του νερού (34)
- toportal (32)
- Ο τρελός του χωριού (29)
- Ζωγραφική (27)
- Ποιηση (27)
- Μυθιστόρημα (26)
- Αφιέρωμα κινηματογράφος (25)
- Διάφορα (24)
- Ερμηνεία Ευαγγελικών περικοπών (20)
- Σχόλιο της Δευτέρας (20)
- Μεγάλη Εβδομάδα (18)
- Παραβολή (17)
- Ημεροστίχιο (16)
- Ο μικρός μονομάχος (15)
- Γράμμα (14)
- Μέγας Βασίλειος (14)
- Χάι κου φωτογραφια (14)
- Τραγούδι (13)
- Αφιέρωμα Θέατρο (12)
- Νύχτα θαυμάτων (12)
- Οδύσσεια (12)
- Βραβεία (10)
- Ο λαμπερός πολεμιστής (10)
- fairy taile (9)
- Δοκκίμιο (8)
- Μαγειρική (7)
- Μικρές ιστορίες (7)
- ψηφιδωτό (7)
- Αφιέρωμα Εορτή (4)
- Εικόνα (4)
- Προσωνύμια Παναγίας (4)
- Φωτογραφίες (4)
- Όμηρος (3)
- Πόίηση (3)
- Αποφθεύγματα (2)
- Καληνύχτα Μαρία (2)
- Παλαιά Διαθήκη (2)
- Πρόσφυγες (2)
- αφήγημα (2)
- Απόδοση κειμένου (1)
- Βιβλία μου σε άλλες γλώσσες (1)
- Δημιουργική γραφή (1)
- Διασκευή παραμυθιού (1)
- Δοκί (1)
- Ευχή της ημέρας (1)
- Κυριακή του Πάσχα (1)
- Οι ιστορίες του Καλλίστρατου (1)
- Συνέδριο (1)
- Ταινία (1)
- ποί (1)
Monday, May 30, 2022
Sunday, May 29, 2022
Κυριακή του Τυφλού (Ιωάν. 9,1-38)
Τῷ καιρῷ ἐκείνω, παράγων ὁ Ἰησοῦς
1. εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3. ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
4. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
6. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7. καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9. ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10. ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11. ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
12. εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
13. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.
16. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17. λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18. οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19. καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
20. ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21. πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
22. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται.
23. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε.
24. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.
25. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26. εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς;
27. ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28. ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
29. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
30. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς.
31. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
33. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34. ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
36. ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
37. εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
38. ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ
https://aerapatera.wordpress.com/2022/05/28/%ce%ba%cf%85%cf%81%ce%b9%ce%b1%ce%ba%ce%ae-%cf%84%ce%bf%cf%85-%cf%84%cf%85%cf%86%ce%bb%ce%bf%cf%8d-%ce%b9%cf%89%ce%ac%ce%bd-91-38-2/
Thursday, May 26, 2022
Ομήρου Οδύσσεια - Το τραγούδι των αιώνων - Συνέντευξη της Βασιλικής Νευροκοπλή στον Δημήτρη Μεϊδάνη - Δεύτερο πρόγραμμα - Σε πρώτο πρόσωπο
«Σε Πρώτο Πρόσωπο στο Δεύτερο Πρόγραμμα» – Πέμπτη 26 Μαΐου 2022
Συγγραφείς και μεταφραστές μιλάνε στον Δημήτρη Μεϊδάνη για το πρόσφατο βιβλίο τους.
Σήμερα η Βασιλική Νευροκοπλή μας μιλάει για το βιβλίο της «ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ, ΤΟ ΤΡΑΓΟΥΔΙ ΤΩΝ ΑΙΩΝΩΝ».
Κυκλοφορεί από τις εκδόσεις Α. Α. ΛΙΒΑΝΗ
Μπορείτε να το ακούσετε στον ακόλουθο σύνδεσμο: https://webradio.ert.gr/deytero-programma/se-proto-prosopo-sto-deftero-programma-pebti-26-ma%ce%90ou-2022/
Wednesday, May 25, 2022
Ο Αχτιδοϋφαντής στο 5ο Δημοτικό Σχολείο στο Τριάδι
Τίτος Πατρίκιος | 21 Μαΐου 1928 |
Sunday, May 8, 2022
Κυριακή των Μυροφόρων (Μάρκ. 15,43-16,8)
Τῷ καιρῷ ἐκείνω,
43. ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ.
44. ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε·
45. καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ.
46. καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
47. ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.
1. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
2. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου.
3. καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;
4. καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
5. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν.
6. ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
7. ἀλλ’ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
8. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ
https://aerapatera.wordpress.com/2022/05/07/%CE%BA%CF%85%CF%81%CE%B9%CE%B1%CE%BA%CE%AE-%CF%84%CF%89%CE%BD-%CE%BC%CF%85%CF%81%CE%BF%CF%86%CF%8C%CF%81%CF%89%CE%BD-%CE%BC%CE%AC%CF%81%CE%BA-1543-168-2/
Saturday, May 7, 2022
ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ - ΤΟ ΤΡΑΓΟΥΔΙ ΤΩΝ ΑΙΩΝΩΝ στον ΠΑΙΔΙΚΟ ΙΑΝΟ
ΒΑΣΙΛΙΚΗ ΝΕΥΡΟΚΟΠΛΗ
ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ - ΤΟ ΤΡΑΓΟΥΔΙ ΤΩΝ ΑΙΩΝΩΝ
Τετάρτη 11 Μαΐου 2022, 18:00-20:00
Ο Παιδικός IANOS και οι Εκδόσεις Λιβάνη
σας προσκαλούν στον χώρο του βιβλιοπωλείου, Γρ. Παλαµά 3, Θεσσαλονίκη.
Η συγγραφέας θα βρίσκεται στο κατάστηµα, θα συνοµιλήσει µε τους αναγνώστες
και θα υπογράψει αντίτυπα του βιβλίου της.